Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅς ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· καὶ καθήμενοι, ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾿Ιησοῦς ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων.
( Ἐκ τοῦ κατά Ματθαῖον, Κεφ. 27: 33-54)











